ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ


ΕΠΡΑΓΜΑΤΟΠΟΙΗΘΗ ΚΑΙ ΕΦΕΤΟΣ Η ΚΑΘΙΕΡΩΜΕΝΗ ΕΚΔΗΛΩΣΙΣ ΕΠΙ ΤΗ 81η ΕΠΕΤΕΙΩ ΤΟΥ ΘΑΥΜΑΤΟΣ 
ΤΗΣ “ΘΕΟΘΕΝ ΒΕΒΑΙΩΣΕΩΣ”(1925-2006) ΕΙΣ ΤΟΝ ΙΕΡΟΝ ΝΑΟΝ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ.

Ὅπως κάθε χρόνο ἐπραγματοποιήθη καί ἐφέτος τήν 14/27 Σεπτεμβρίου τό ἀπόγευμα εἰς τόν Ἱερόν Ναόν Ἁγίας Αἰκατερίνης ἡ καθιερωμένη ἀπό ἐτῶν ἐκδήλωσις εἰς τιμήν καί μνήμην τοῦ θαύματος τῆς «ΘΕΟΘΕΝ ΒΕΒΑΙΩΣΕΩΣ», ἤτοι τοῦ θαύματος τό ὁποῖον ἔγινε τό 1925 εἰς τόν Χολαργόν Ὑμηττοῦ, εἰς τόν  Ἅγιον Ἰωάννη τόν Θεολόγο, ὅπου οἱ ὀρθόδοξοι ἑώρταζον τήν Παγκόσμιον Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ, μέ πάνδημον ἀγρυπνίαν, καί μυστικά, ἀφοῦ ἐδιώκοντο ὑπό τοῦ καινοτόμου νεοημερολογίτου ‘Αρχιεπισκόπου Χρυσοστόμου Παπαδοπούλου. Τήν νύκτα καί ἐνῶ ἐπροχώρει ἡ ἀγρυπνία ἐνεφανίσθη εἰς τόν οὐρανόν μέγας φωτεινός Σταυρός, ὁ ὁποῖος ἐφώτισε τόν Ναόν καί τήν γύρω περιοχήν. Εἰς ἀνάμνησιν ἀκριβῶς αὐτοῦ τοῦ θαύματος, ἔχει ἀνεγερθῆ εἰς τό Κορωπί ( Ἁγία Αἰκατερίνη) ὁ μεγάλος Σταυρός ὕψους 18 μέτρων, ὁ ὁποῖος δεσπόζει τῆς περιοχῆς, καί δίδεται καί μέ τόν τρόπον αὐτόν ἡ μαρτυρία τῆς συγχρόνου ἀγωνιζομένης ‘Ορθοδοξίας.
Κατά τήν ἀπογευματινήν ἐκδήλωσιν ἐψάλησαν οἱ Χαιρετισμοί τοῦ Σταυροῦ καί ἀντί ἄλλης ὁμιλίας ὁ Μητροπολίτης Κήρυκος παρουσίασε ἕναν παλαιόν Παρακλητικόν Κανόνα εἰς τόν Τίμιον Σταυρόν, καί ἐζήτησε ἀπό τούς πιστοούς νά τόν διαβάζουν τακτικά, διότι εἰς τούς ἐσχάτους τούτους καιρούς ὁ Σταυρός τοῦ Κυρίου εἶναι ἡ μόνη μας ἐλπίς καί ἡ μόνη μας παρηγορία.
‘Επίσης τούς διένειμε καί τήν πρό ἐτῶν ἐκδοθεῖσαν ὁμιλίαν του μέ θέμα: «ΣΤΑΥΡΟΣ Ο ΦΥΛΑΞ ΠΑΣΗΣ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ».



ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
 ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ


Νικηφόρου ιερομονάχου του Κρητός

Μετά τόν, Εὐλογητόν, τό, Κύριε εἰσάκουσον,
εἶτα τό, Θεός Κύριος καὶ τὸ Τροπάριον Ἦχος Δ΄
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κίνδυνων· μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.
Δόξα καὶ νῦν.

Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν.

Εἶτα ὁ Ν καὶ ὁ Κανών.

Ὠδὴ Α'. Ἦχος Πλ. Δ'. Ὑγρὰν διοδεύσας. Στίχος.
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον.
Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.
Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον.
Θεοτοκίον.
Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα, καὶ κραταιὰ προστασία καὶ στήριγμα.

Ὠδὴ Γ΄. Οὐρανίας ἀψῖδος.

Ὁ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις· τοὺς προσκυνοῦντάς σε, φύλαττε φρούρει καὶ σκέπε, ἐκ τῶν δρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.
Ὁ Σταυρός τοῦ Κυρίου, χαῖρε Πιστῶν καύχημα, χαῖρε κραταιὰ προστασία, χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας σε, ἐκ περιστάσεως ρῦσαι, καὶ δεινῆς κακώσεως καὶ πάσης θλίψεως.
Ὁ Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον τοὺς προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει σου.
Θεοτοκίον
Ὁ Σταυρὸς τοῦ Υἰοῦ σου, παρθενικὸν καύχημα, πᾶσί σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς σὲ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος.

Ὠδή Δ'. Εἰσακήκοα Κύριε....

Ὁ Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν τὴν ἴασιν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.
Τῶν ἀμέτρων πταισμάτων μου, ροῦν τὸν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.
Ἁμαρτίαις συμπέφυρμαι, καὶ ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τὰς Ἰάσεις, Σταυρέ δώρησαι.
Θεοτοκίον.
Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα δύνανται.

Ὠδή Ε'. Φώτισον ἡμᾶς.

Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν Ἰασάμενος.
Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοὶ γὰρ τοῦ Πατρός, Ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.
Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν, καὶ σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σ ταύρε Κυρίου δέδοταί σοι γὰρ τὸ δύνασθαι.
Θεοτοκίον
Ἔχομεν Πιστοί, προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν Παρθένον καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.

Ὠδή ΣΤ'. Τὴν δέησιν ἐκχεῶ.

Τὸ ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τὴν στολὴν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τὸ καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.
Σὲ σκέπην Χριστιανοί γινώσκομεν, καὶ καυχώμεθα ἐν σοὶ Ξύλον θεῖον’ εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος, καὶ παντελῆ σωτηρίαν καὶ σύμμαχον, τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.
Ὁ Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος, καὶ προστάτην καὶ φρουρόν σε παρέσχε, καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.
Θεοτοκίον
Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν’ τὸ δὲ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε.
Διάσωσον Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι πάντες ἐν σοὶ καυχώμεθα, καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος.
Ἐπίσκεψαι τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καὶ δίωξον τάς αὐτῶν περιστάσεις.

Ὁ ἱερεὐς ὡς ἔθος μνημονεύει.

Εἶτα τὸ Κοντάκιον Ἤχος Β'.
Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν Πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Καὶ εὐθύς τὸ προκείμενον.Ἦχος Δ'.
Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.
Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

Δόξα.
Τὸ τοῦ θείου Σταυροῦ σου δυνάμει ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου....
Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός . ..

Καὶ τὸ παρόν Προσόμοιον. Ἦχος Πλ. Β'. Ὅλην ἀποθέμενοι.
Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν θειον ὑποπόδιον.

Τό, Σῶσον ὁ Θεὸς τὸν Λαόν σου κ. τ. λ.

Ὠδὴ Ζ'.Οἱ ἐκ τῆς ἰουδαίας. ..

Τὸ κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι διὸ σε, ἰκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καὶ σῶσον.
Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ Χριστοῦ, Πιστῶν ἁπάντων σώστα.
Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν· τὴν εὐλογίαν Σταυρέ δίδου τοῖς σὲ τιμῶσι.
Θεοτοκίον.
Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ, καὶ τὸ σκῆπτρον κρατύνει με, χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.

Ὠδὴ Η'. Τὸν Βασιλέα.

Τοὺς προσκυνοῦντάς σε, ὦ Σταυρὲ διατήρει, πειρασμῶν καὶ κινδύνων ἀτρωτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας.
Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἱατρεύεις, καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν τοῦ Κυρίου.
Τοὺς τῷ σημείῳ σου ἑεαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διὰ τοῦ σοῦ σημείου.
Θεοτοκίον.
Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα, καὶ Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.

Ὠδή Θ'. Κυρίως Θεοτοκίον ....

Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καὶ τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνοῦντι ἐν πίστει καὶ μεγαλύνοντι.
Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ σοῦ βραβεῖα καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες, καὶ μεγαλύνουσι.
Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε, καὶ δίδου μοι τὰ χαρμόσυνα.
Θεοτοκίον.
Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου, καὶ τὸν Σταυρόν μὴ κηρύττειν, ὅς σκέπει πιστούς οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς . . .Καὶ τὰ παρόντα Μεγαλυνάρια.

Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.
Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.
Θεοτοκίον.
Ὥσπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.

Τρισάγιον.
Καὶ τὸ Τροπάριον, Ἦχος Α'.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ὁ ἱερεύς μνημονεύει.

Ἐν δὲ τῷ τέλει ψάλλεται τὸ παρόν.
Hχος Β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς Θεόπαιδος.

ΤΕΛΟΣ ΤΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
 ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ
ΤΩ ΔΕ ΘΕΩ ΔΟΞΑ

ΙΣΤΟΣΕΛΙΔΑ
@ ΓΟΕΕ 2006
Hosted by uCoz