ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Γ΄

α. Περὶ χηρῶν.
Χήρας δὲ καθιστᾶτε μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, ἵνα τρόπῳ τινὶ τὸ τῆς διγαμίας αὐτῶν ἀνύποπτον βέβαιον ὑμῖν διὰ τῆς ἡλικίας ὑπάρχῃ. Εἰ δὲ νεωτέραν καταστήσητε εἰς τὸ χηρικὸν καὶ μὴ φέρουσα τὴν ἐν νεότητι χηρείαν γαμηθῇ, ἀπρέπειαν ἐμποιήσει τῇ δόξῃ τοῦ χηρικοῦ καὶ λόγον ὑφέξει τῷ Θεῷ, οὐχ ὅτι δευτέρῳ γάμῳ συνήφθη, ἀλλ᾿ ὅτι τὴν ἑαυτῆς ἐπαγγελίαν οὐκ ἐφύλαξεν, καταστρηνιάσασα τοῦ Χριστοῦ. Διὸ χρὴ μὴ προπετῶς ποιεῖσθαι τὴν ἐπαγγελίαν, ἀλλὰ μετὰ ἀσφαλείας· Κρεῖσσον γάρ ἐστιν αὐτὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Εἰ δέ τις νεωτέρα ὀλίγον χρόνον σὺν τῷ ἀνδρὶ ποιήσασα καὶ ἀποβαλοῦσα αὐτὸν διὰ τελευτῆς ἢ δι᾿ ἀφορμῆς τινος ἑτέρας, καὶ μείνῃ ἐφ᾿ ἑαυτῆς δῶρον ἔχουσα χηρείας, μακαρία εὑρεθήσεται, ὁμοιωθεῖσα τῇ ἐν Σαρεφθοῖς Σιδωνίᾳ χήρᾳ, πρὸς ἣν ὁ ἅγιος τοῦ Θεοῦ προφήτης Ἠλίας ἐπεξενώθη. Ἡ τοιαύτη ἐξομοιωθήσεται Ἄννῃ τῇ θυγατρὶ Φανουὴλ τῇ ἐκ φυλῆς Ἀσήρ, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παραμένουσα ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, οὖσα μὲν ἐτῶν ὀγδοήκοντα, ζήσασα δὲ μετὰ ἀνδρὸς ἐκ τῆς παρθενίας αὐτῆς ἔτη ἑπτά, καὶ τὴν τοῦ Χριστοῦ δοξάσασα παρουσίαν ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδοκῶσιν λύτρωσιν ἐν Ἰσραήλ· ἡ τοιαύτη μαρτύριον λαβοῦσα τιμηθήσεται, κλέος ἔχουσα καὶ παρὰ ἀνθρώποις ἐπὶ γῆς καὶ παρὰ Θεῷ ἐν οὐρανοῖς τὸν αἰώνιον ἔπαινον.

β. Ὅτι παραιτητέον καθιστᾶν νεωτέραν χήραν διὰ τὸ ὕποπτον.
Αἱ δὲ νεώτεραι χῆραι εἰς χηρικὸν μὲν μὴ ἐντας σέσθωσαν, μήποτε προφάσει τοῦ μὴ δύνασθαι κρατεῖν τῆς ἀκμῆς ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι γένωνται· ἐπικουρείσθωσαν δὲ καὶ βοηθείσθωσαν, ἵνα μὴ προφάσει τοῦ λείπεσθαι ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι ἀπρεπεῖ ἐνσχεθῶσιν. Καὶ τοῦτο γὰρ εἰδέναι ὀφείλετε, ὅτι μονογαμία μὲν κατὰ νόμον γινομένη δικαία, ὡς ἂν κατὰ γνώμην Θεοῦ ὑπάρχουσα, διγαμία δὲ μετὰ ἐπαγγελίαν παράνομον, οὐ διὰ τὴν συνάφειαν, ἀλλὰ διὰ τὸ ψεῦδος, τριγαμία δὲ ἀκρασίας σημεῖον, τὸ ὑπὲρ τὴν τριγαμίαν προφανὴς πορνεία καὶ ἀσέλγεια ἀναμφίβολος. Ὁ γὰρ Θεὸς μίαν γυναῖκα ἑνὶ ἀνδρὶ δέδωκεν ἐν τῇ δημιουργίᾳ· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Νεωτέραις δὲ μετὰ τὴν τοῦ πρώτου τελευτὴν συγκεχωρήσθω καὶ ὁ δεύτερος, ἵνα μὴ εἰς κρίμα τοῦ διαβόλου ἐμπέσωσιν καὶ παγίδας πολλὰς καὶ ἐπιθυμίας ἀνοήτους καὶ ἐπιζημίους ψυχαῖς, αἵτινες κόλασιν προξενοῦσιν μᾶλλον, ἢ ἄνεσιν.

γ. Ὁποίας εἶναι χρὴ τὰς ὄντως χήρας ἢ πῶς ἐπικουρεῖσθαι παρὰ τοῦ ἐπισκόπου
Αἱ δὲ ἀληθιναὶ χῆραί εἰσιν αἱ μόνανδροι ὑπάρξασαι, μαρτυρούμεναι ὑπὸ πολλῶν ἐν ἔργοις ἀγαθοῖς, χῆραι τῷ ὄντι, σώφρονες, ἁγναί, πισταί, εὐσεβεῖς, τεκνοτροφήσασαι καλῶς καὶ ξενοδοχήσασαι ἀμέμπτως, ὧν καὶ ἀντιλαμβά νεσθαι χρὴ ὡς Θεῷ ἀνακειμένων. Ἀλλὰ μὴν καὶ τῶν πενήτων, ὦ ἐπίσκοπε, μνημόνευε καὶ αὐτοῖς χεῖρα ὀρέγων ἐπικουρίας καὶ πρόνοιαν αὐτῶν ποιούμενος, ὡς Θεοῦ οἰκο νόμος εὐκαίρως ἑκάστῳ διανέμων τὰ πρόσφορα, χήραις καὶ ὀρφανοῖς καὶ ἀπεριστάτοις καὶ τοῖς ἐν θλίψει ἐξεταζομένοις.

δ. Ὅτι πάνθ᾿ ὁντιναοῦν ἐνδεῆ εὐποιεῖν χρή.
Τί γὰρ εἴ τινες μή εἰσιν χῆραι ἢ χῆροι, βοηθείας δὲ χρῄζουσιν διὰ πενίαν ἢ διὰ νόσον ἢ διὰ τεκνοτροφίαν; Πάντας σε δεῖ ἐφορᾶν καὶ πάντων ἐπιμελεῖσθαι. Οἱ γὰρ τὰ δόματα διδόντες οὐκ αὐτοσχεδίως αὐτὰ διδόασιν ταῖς χήραις, ἀλλὰ συνεισφέρουσιν ἁπλῶς, ἑκούσια αὐτὰ ὀνομά ζοντες, ὅπως σύ, ἐπιστάμενος τοὺς θλιβομένους, ἀκριβῶς ὡς ἀγαθὸς οἰκονόμος μερίζῃς αὐτοῖς ἐκ τοῦ δόματος· ὁ γὰρ θεὸς γινώσκει τὸν δεδωκότα, κἂν ἀπόντος αὐτοῦ ὑπὸ σοῦ τοῖς δεομένοις μερίζηται· καὶ αὐτὸς μὲν ἔχει τὸν τῆς εὐποιΐας μισθόν, σὺ δὲ τὸν τῆς εὐσυνειδήτου οἰκονομίας μακαρισμόν. Λέγε δὲ αὐτοῖς καί, τίς ὁ δεδωκώς, ἵνα καὶ ἐξ ὀνόματος ὑπὲρ αὐτοῦ προσεύχωνται. Χρὴ γὰρ εὖ ποιεῖν πάντας ἀνθρώπους, μὴ φιλοκρινοῦντα τοῦτον ὅστις ᾖ ἢ ἐκεῖνον· ὁ γὰρ Κύριός φησι· Παντὶ τῷ αἰτοῦντί σε δίδου. Δῆλον δὲ ὡς τῷ χρῄζοντι κατὰ ἀλήθειαν, κἂν φίλος ᾖ κἂν ἐχθρός, κἂν συγγενὴς κἂν ἀλλότριος, κἂν ἄγαμος κἂν γεγαμηκὼς ὑπάρχῃ. Ἐν πάσῃ γὰρ γραφῇ ὁ Κύριος περὶ τῶν πενήτων παραινεῖ, λέγων διὰ μὲν Ἡσαΐου· Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. Καὶ διὰ τοῦ Δανιὴλ λέγει τῷ δυνάστῃ· Διό, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Καὶ διὰ Σολο μῶνός φησιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Καὶ διὰ τοῦ Δαυὶδ πάλιν λέγει· Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Καὶ πάλιν· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Καὶ ὁ Σολομών φησιν· Ὁ ἐλεῶν πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ. Καὶ ἑξῆς· Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ πένητος, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.

ε. Ὅτι καὶ τοῦ ἤθους ἐπιμελητέον τῶν χηρῶν.
Ὑπαρχέτω δὲ πᾶσα χήρα πραεῖα, ἥσυχος, ἐπιεικής, ἄκακος, ἀόργητος, μὴ πολύλαλος, μὴ κραύγασος, μὴ πρό γλωσσος, μὴ κατάλαλος, μὴ λεξίθηρος, μὴ δισσόλογος, μὴ φιλοπράγμων· βλέπουσά τι σκολιὸν ἢ καὶ ἀκούουσα γινό μενον, ἔστω ὡς μὴ βλέπουσα καὶ ὡς μὴ ἀκούουσα ὑπαρχέτω. Καὶ μηδὲν ἕτερον τῇ χήρᾳ μελέτω, εἰ μὴ τὸ προσεύχεσθαι ὑπὲρ τῶν διδόντων καὶ ὑπὲρ ὅλης τῆς Ἐκκλησίας. Ἐπε ρωτωμένη δέ τι ὑπό τινος, μὴ ῥᾳδίως ἀποκρινέσθω, πλὴν ὅσα περὶ πίστεως καὶ δικαιοσύνης καὶ τῆς εἰς Θεὸν ἐλπίδος, ἀποστέλλουσα τοῖς ἡγουμένοις τοὺς θέλοντας κατηχεῖσθαι τὰ τῆς εὐσεβείας δόγματα. Μόνα δὲ ἀποκρινέσθω τὰ περὶ ἀνατροπῆς πολυθέου πλάνης, ἀποδεικνύουσα τὸν περὶ μοναρχίας Θεοῦ λόγον· περὶ δὲ τῶν ἑξῆς προπετῶς τι μὴ ἀποκρινέσθω, ὅπως μή τι ἀμαθῶς φθεγξαμένη βλασφημίαν προστρίψῃ τῷ λόγῳ. Κόκκῳ γὰρ σινάπεως ἐοικέναι τὸν λόγον ὁ Κύριος ἐδογμάτισεν. Τοῦτο δὲ ἐστὶ διάπυρον, ᾧ ἐάν τις ἀπείρως χρήσηται, πικρὸν αὐτὸ εὑρήσει. Χρὴ γὰρ ἐν τοῖς μυστικοῖς μὴ προδότην εἶναι, ἀλλ᾿ ἀσφαλῆ· παραινεῖ γὰρ ἡμῖν ὁ Κύριος λέγων· Μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπρο σθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Ἀκού σαντες γὰρ οἱ ἄπιστοι τὸν περὶ Χριστοῦ λόγον οὐ δεόντως, ἀλλ᾿ ἐνδεῶς, καὶ μάλιστα τὸν περὶ ἐνσωματώσεως ἢ τοῦ πάθους αὐτοῦ, μυκτηρίσαντες χλευάσουσιν μᾶλλον ὡς ψευδῆ ἢ δοξάσουσιν, καὶ ἔνοχος ἔσται τῆς προπετείας ἡ πρεσβῦτις καὶ τῆς βλασφημίας καὶ τὸ οὐαὶ κληρονομήσει· Οὐαὶ δέ, φησίν, δι᾿ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

στ. Ὅτι οὐ χρὴ γυναῖκας διδάσκειν, ἀπρεπὲς γάρ, καὶ ποῖαι γυναῖκες εἵποντο τῷ κυρίῳ. Ὅτι αἱ χῆραι μεμετρημένας ὀφείλουσιν ἔχειν τὰς προόδους.
Οὐκ ἐπιτρέπομεν οὖν γυναῖκας διδάσκειν ἐν Ἐκκλη σίᾳ, ἀλλὰ μόνον προσεύχεσθαι καὶ τῶν διδασκάλων ἐπα κούειν. Καὶ γὰρ καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἡμᾶς τοὺς δώδεκα πέμψας μαθητεῦσαι τὸν λαὸν καὶ τὰ ἔθνη, γυναῖκας οὐδαμοῦ ἐξαπέστειλεν εἰς τὸ κήρυγμα, καίτοι οὐκ ἀπορῶν· συνῆν γὰρ ἡμῖν ἥ τε μήτηρ τοῦ Κυρίου καὶ αἱ ἀδελφαὶ αὐτοῦ, ἔτι δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου καὶ Μάρθα καὶ Μαρία αἱ ἀδελφαὶ Λαζάρου καὶ Σαλώμη καὶ ἕτεραί τινες. Εἰ γὰρ ἦν ἀναγκαῖον γυναιξὶν διδάσκειν, αὐτὸς ἂν ἐκέλευσε πρῶτος καὶ ταύταις σὺν ἡμῖν κατηχεῖν τὸν λαόν· εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὐκ ἔστιν δίκαιον τὸ λοιπὸν σῶμα τῆς κεφαλῆς ἐξάρχειν. Γνωριζέτω οὖν ἡ χήρα, ὅτι θυσιαστή ριόν ἐστι Θεοῦ, καὶ καθήσθω ἐν τῇ οἰκίᾳ αὐτῆς, μὴ μετά τινος προφάσεως ἐν ταῖς τῶν πιστῶν οἰκίαις ἐπὶ τῷ λαμβά νειν εἰσπορευομένη· οὐδὲ γάρ ποτε τὸ θυσιαστήριον τοῦ Θεοῦ περιτρέχει, ἀλλ᾿ ἐν ἑνὶ τόπῳ ἵδρυται. Ὑπαρχέτω οὖν καὶ ἡ παρθένος καὶ ἡ χήρα μὴ περιτροχᾶς ἢ ῥεμβομένη κατὰ τὰς τῶν ἀλλοτρίων οἰκίας· ὅτι αἱ ῥεμβοὶ καὶ ἀναιδεῖς καὶ αἱ τοιαῦται οὐχ ἡσυχάζουσιν τοὺς πόδας ἐν ἑνὶ τόπῳ διὰ τὸ μὴ χήρας, ἀλλὰ πήρας αὐτὰς ὑπάρχειν, ἑτοίμους εἰς τὸ λαμβάνειν, φλυάρους, καταλάλους, μαχοσυμβούλους, ἀναι δεῖς, ἀναισχύντους· αἵτινες τοιαῦται ὑπάρχουσαι οὐκ ἄξιαι τοῦ καλέσαντος τυγχάνουσιν. Οὐ γὰρ ἐπὶ τὸ κοινὸν τῆς συναγωγῆς ἀνάπαυμα ἐν τῇ κυριακῇ καταντῶσιν ὡς οἱ ἐγρηγορότες, ἀλλ᾿ ἢ νυστάζουσιν ἢ φλυαροῦσιν ἢ αἰτοῦσιν ἢ ἑτέρους αἰχμαλωτίζουσιν προσάγοντες τῷ πονηρῷ, οὐκ ἐῶντες νήφειν αὐτοὺς ἐν Κυρίῳ, ἀλλὰ παρασκευάζοντες αὐτοὺς τοιούτους ἐξιέναι, οἷοι καὶ εἰσίασιν, διάκενοι διὰ τὸ μὴ ἀκούειν τῶν διδασκόντων ἢ τῶν ἀναγινωσκόντων τὸν τοῦ Κυρίου λόγον· περὶ γὰρ τῶν τοιούτων καὶ Ἡσαΐας ὁ προφήτης λέγει· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.

ζ. Οἷαί εἰσιν αἱ ψευδοχῆραι.
Τὸν αὐτὸν οὖν τρόπον καὶ τῶν τοιούτων χηρῶν ἐκλείσθη τὰ ὦτα τῆς καρδίας εἰς τὸ μὴ καθεζομένας ἔνδον ἐν ταῖς στέγαις αὐτῶν προσλαλεῖν τῷ Κυρίῳ, ἀλλὰ περι τρεχούσας ἐν ἐπινοίᾳ πορισμοῦ διὰ τῶν φλυαριῶν τὰ τοῦ ἀντικειμένου ἐπιθυμήματα πράσσειν. Αἱ τοιαῦται οὖν χῆραι οὐ προσήρτηνται τῷ θυσιαστηρίῳ τοῦ Χριστοῦ. Εἰσὶ γὰρ ἔνιαι χῆραι ἐργασίαν ἡγούμεναι τὸ πρᾶγμα, καὶ ἐξ ὧν ἀναισχύντως αἰτοῦσιν καὶ ἀπλήστως λαμβάνουσιν, ἤδη καὶ ὀκνηροτέρους τοὺς πολλοὺς πρὸς τὸ διδόναι κατέ στησαν· δέον γὰρ ἀρκεῖσθαι αὐτὰς τοῖς ἐκκλησιαστικοῖς διὰ μετριότητα γνώμης, ἐκ τῶν ἐναντίων ἐμπεριτρέχουσαι τοὺς τῶν πλουσίων οἴκους διασείουσιν, εὐπορίαν χρημάτων ἑαυταῖς ἐπισωρεύουσιν καὶ ἐπὶ πικροῖς τόκοις δανείζουσιν καὶ μόνου τοῦ μαμωνᾶ φροντίζουσιν, ὧν ὁ Θεὸς τὸ βαλλάν τιον, αἳ τὸ φαγεῖν καὶ τὸ πιεῖν προκρίνουσιν πάσης ἀρετῆς λέγουσαι· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκο μεν. Αἳ ὡς ἑστῶτα ταῦτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Ἡ γὰρ ἠσκηκυῖα περὶ τὸ χρηματολογεῖν ἀντὶ τοῦ Θεοῦ λατρεύει τῷ μαμωνᾷ, τοῦτ᾿ ἔστιν δουλεύει τῷ κέρδει, τῷ δὲ Θεῷ εὐάρεστος εἶναι οὐ δύναται οὐδὲ ταῖς λατρείαις αὐτοῦ ὑπήκοος, συνεχῶς οὐ δυναμένη ἐντυγχάνειν αὐτῷ, ἐπὶ τὸ ἀργυρολογεῖν τὸν νοῦν καὶ τὴν διάθεσιν ἔχουσα, ἐπείπερ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία αὐτῆς. Ἐν νῷ γὰρ διαλαμβάνει, ποῦ πορευθῇ λήμματος χάριν, ἢ ὅτι ἡ δεῖνα ἡ φίλη αὐτῆς ἐπιλέλησται καὶ λόγον τινὰ ταύτῃ προσενεγκεῖν ὀφείλει· ἡ δὲ τοιαῦτα λογιζομένη οὐκέτι τῇ προσευχῇ προσέξει, ἀλλὰ τῇ ἐμπιπτούσῃ ἐννοίᾳ. Διὸ κἄν ποτε θελήσῃ προσεύξασθαι ὑπέρ τινος, οὐκ εἰσακουσθήσεται· οὐ γὰρ ἐξ ὅλης καρδίας προσφέρει τὴν δέησιν τῷ Κυρίῳ, ἀλλὰ μεμερισμένῃ διανοίᾳ. Ἡ δὲ Θεῷ βουλομένη προσα νέχειν καθημένη ἔνδον φρονεῖ τὰ τοῦ Κυρίου, νυκτὸς καὶ ἡμέρας ἀκαταπαύστῳ στόματι δέησιν προσφέρουσα εἰλικρινῆ. Ὥσπερ οὖν καὶ ἡ σοφωτάτη Ἰουδίθ, μαρτυρουμένη ἐπὶ σωφροσύνῃ, νυκτὸς καὶ ἡμέρας ἐδέετο τοῦ Θεοῦ ὑπὲρ τοῦ Ἰσραήλ, οὕτως οὖν καὶ ἡ ὁμοία αὐτῇ χήρα ἔντευξιν ἀκατά παυστον ὑπὲρ τῆς Ἐκκλησίας προσοίσει τῷ Θεῷ, καὶ εἰσακούσεται αὐτῆς διὰ τὸ τὴν διάνοιαν αὐτῆς πρὸς μόνῳ τούτῳ ἠρτῆσθαι καὶ μήτε πρὸς ἀπληστίαν μήτε πρὸς ἐπιθυμίαν πολυδάπανον ἐκκεῖσθαι· ὅ τε ὀφθαλμὸς αὐτῆς ἁγνὸς καὶ ἡ ἀκοὴ καθαρὰ καὶ αἱ χεῖρες ἀμόλυντοι καὶ οἱ πόδες ἥσυχοι καὶ τὸ στόμα οὔτε πρὸς λαιμαργίαν οὔτε πρὸς φλυαρίαν ἕτοιμον, ἀλλὰ λαλοῦν μὲν τὰ δέοντα, μετα λαμβάνον δὲ ὧν προσῆκεν διὰ μόνην τὴν σύστασιν· οὕτως οὖν σεμνὴ καὶ ἀτάραχος ὑπάρχουσα εὐάρεστος ἔσται τῷ Θεῷ, καὶ ἅμα τῷ αἰτήσασθαι αὐτήν τι προφθάσει αὐτὴν ἡ δόσις· Ἔτι γάρ σου λαλοῦντος, φησίν, ἐρῶ· ἰδοὺ πάρειμι. Τοιαύτη δὲ οὖσα ὑπαρχέτω ἀφιλάργυρος, ἄτυφος, μὴ αἰσχροκερδής, μὴ ἄπληστος, μὴ λίχνη· ἀλλ᾿ ἐγκρατής, πραεῖα, ἀτάραχος, εὐλαβής, αἰδήμων, καθημένη ἐν τῇ οἰκίᾳ αὐτῆς ψάλλουσα, προσευχομένη, ἀναγινώσκουσα, ἀγρυ πνοῦσα, νηστεύουσα, Θεῷ πάντοτε προσομιλοῦσα ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Ἔριά τε ἐκλαμβάνουσα ἑτέροις μᾶλλον ἐπιχορηγείτω, ἤπερ αὐτή τινος δεέσθω, μιμνησκο μένη τῆς ἐν τῷ Εὐαγγελίῳ μεμαρτυρημένης ὑπὸ τοῦ Κυρίου χήρας, ἤτις ἐλθοῦσα ἐν τῷ ἱερῷ ἔβαλεν εἰς τὸ γαζοφυλάκιον τὰ δύο λεπτά, ὅπερ ἐστὶ κοδράντης· καὶ θεασάμενος αὐτὴν ὁ καρδιογνώστης Χριστὸς ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι αὕτη ἡ χήρα πλεῖον πάντων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον, ὅτι οἱ πάντες ἐκ τοῦ περισσεύ ματος αὐτῶν ἔβαλον, αὕτη δὲ ὅλον τὸν βίον αὐτῆς, ὃν εἶχεν ἔβαλεν.

η. Ὅτι οὐ χρὴ παρὰ ἀναξίων λαμβάνειν τὴν χήραν ἢ τὸν ἐπίσκοπον ἢ ἄλλον πιστόν.
Σεμνὰς οὖν δεῖ εἶναι τὰς χήρας, πειθομένας τοῖς ἐπισκόποις καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις, ἔτι μὴν καὶ ταῖς διακόνοις, εὐλαβουμένας, ἐντρεπομένας, φοβου μένας, μὴ κατεξουσιαζούσας μηδὲ παρὰ τὴν διαταγήν τι ποιεῖν θελούσας δίχα γνώμης τοῦ διακόνου, οἷον τὸ πρός τινα ἀπελθεῖν θελούσας ἐπὶ τὸ φαγεῖν παρ᾿ αὐτῷ ἢ πιεῖν ἢ λαβεῖν τι παρά τινος. Εἰ δὲ μὴ κελευσθεῖσα ποιήσει ἕν τι τῶν τοιούτων, ἐπιτιμάσθω νηστείᾳ ἢ ἀφορισμῷ ὡς προ πετής. Τί γὰρ ἐπίσταται, ὁποία τίς ἐστιν, παρ᾿ ἧς λαμβάνει, ἢ ἐκ ποταπῆς διακονίας παραβάλλει τὴν τροφήν; Πότερον ἐξ ἁρπαγῆς ἢ ἑτέρας τινὸς οὐ καλῆς ἀγωγῆς; Οὐκ ἐπισταμένη ἡ χήρα, ὅτι ὑπὲρ ἑνὸς ἑκάστου τούτων δώσει λόγον τῷ Θεῷ δεχομένη ἀναξίως Θεοῦ. Οὔτε γὰρ οἱ ἱερεῖς τοιαύτης ἑκουσιασμὸν δέξονταί ποτε οἷον ἅρπαγος ἢ πόρνης· γέγραπται γάρ· Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου. Καί· Οὐ προσοίσεις μίσθωμα πόρνης Κυρίῳ τῷ Θεῷ. Οὐ δεῖ οὖν δέχεσθαι παρὰ τῶν τοιούτων οὔτε μὴν παρὰ ἀφωρισμένων. Γινέσθωσαν τοίνυν αἱ χῆραι ἕτοιμοι πρὸς ὑπακοὴν τῶν ἐντεταλμένων αὐταῖς ὑπὸ τῶν κρειττόνων, καὶ κατὰ τὴν διάταξιν τοῦ ἐπισκόπου ποιείτωσαν ὡς Θεῷ ὑπακούουσαι. Ὁ γὰρ ἀπὸ τοιούτου ἐπιρρήτου ἢ ἀποσυναγώγου δεχόμενος καὶ ὑπὲρ τούτου προσευχόμενος, ἐμμένειν τοῖς κακοῖς προαιρουμένου καὶ μὴ θέλοντος μεταμε ληθῆναί ποτε, κοινωνεῖ τούτῳ τῇ προσευχῇ καὶ λυπεῖ Χριστὸν τὸν τοὺς ἀδίκους ἀποστρεφόμενον, καὶ οἰκοδομεῖ αὐτοὺς διὰ τῆς ἀναξίου δόσεως καὶ συμμολύνεται αὐτοῖς, μὴ ἀφίων αὐτοὺς εἰς μετάνοιαν ἐλθεῖν, ὥστε προσκλαῦσαι καὶ δεηθῆναι τοῦ Θεοῦ.

θ. Ὅτι οὐ χρὴ γυναῖκας βαπτίζειν· ἀσεβὲς γὰρ καὶ τῆς Χριστοῦ διδασκαλίας ἀλλότριον.
Περὶ δὲ τοῦ γυναῖκας βαπτίζειν γνωρίζομεν ὑμῖν, ὅτι κίνδυνος οὐ μικρὸς ταῖς τοῦτο ἐπιχειρούσαις· διὸ οὐ συμβουλεύομεν· ἐπισφαλὲς γάρ, μᾶλλον δὲ παράνομον καὶ ἀσεβές. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὗτος δὲ προ χειρίζεται εἰς ἱερωσύνην, οὐ δίκαιον ἀθετῆσαι τὴν δημιουργίαν καὶ καταλιπόντα τὴν ἀρχὴν ἐπὶ τὸ ἔσχατον ἐλθεῖν σῶμα· γυνὴ γὰρ σῶμα ἀνδρὸς ἐκ πλευρᾶς ὂν καὶ ὑποκείμενον ἐκείνῳ, ἐξ οὗπερ καὶ διῃρέθη εἰς παίδων γένεσιν. Αὐτὸς γάρ σου, φησίν, κυριεύσει. Ἀρχὴ γὰρ γυναικὸς ἀνήρ, ἐπειδὴ καὶ κεφαλή. Εἰ δὲ ἐν τοῖς προλαβοῦσιν διδάσκειν αὐταῖς οὐκ ἐπιτρέπομεν, πῶς ἱερατεῦσαι ταύταις παρὰ φύσιν τις συγχωρήσει; τοῦτο γὰρ τῆς τῶν Ἑλλήνων ἀθεότητος τὸ ἀγνόημα θηλείαις θεαῖς ἱερείας χειροτονεῖν, ἀλλ᾿ οὐ τῆς τοῦ Χριστοῦ διατάξεως. Εἰ δὲ καὶ ἔδει ὑπὸ γυναικῶν βαπτίζεσθαι, πάντως ἂν καὶ ὁ Κύριος ὑπὸ τῆς ἰδίας μητρὸς ἐβαπτίζετο καὶ οὐχ ὑπὸ Ἰωάννου, ἢ καὶ ἡμᾶς ἀποστέλλων ἐπὶ τὸ βαπτίζειν συναπέστειλεν ἂν ἡμῖν καὶ γυναῖκας ἐπὶ τούτῳ· νῦν δὲ οὐδαμοῦ οὔτε προσέταξεν οὔτε ἐγγράφως παρέδωκεν, εἰδὼς καὶ τὴν ἀκολουθίαν τῆς φύσεως καὶ τὴν εὐπρέπειαν τοῦ πράγματος, ὡς καὶ τῆς φύσεως δημιουργὸς καὶ τῆς διατάξεως νομοθέτης.

ι. Ὅτι οὐ χρὴ λαικὸν ποιεῖν ἱερατικὸν ἔργον, βάπτισμα ἢ θυσίαν ἢ χειροθεσίαν ἢ εὐλογίαν.
Ἀλλ᾿ οὔτε λαικοῖς ἐπιτρέπομεν ποιεῖν τι τῶν ἱερα τικῶν ἔργων, οἷον θυσίαν ἢ βάπτισμα ἢ χειροθεσίαν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην. Οὐχ ἑαυτῷ γάρ τις λαμβάνει τὴν τιμήν, ἀλλ᾿ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία. Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύτην, ἀλλ᾿ ἁρπά σας αὐτὴν ἑαυτῷ, τὴν τιμωρίαν τοῦ Ὀζία ὑποστήσεται.

ια. Ὅτι πλὴν ἐπισκόπων ἢ πρεσβυτέρων οὐδενὶ τῶν λοιπῶν κληρικῶν ἐπιτέτραπται τὰ τῶν ἱερέων ἐνεργεῖν, τὸ δὲ χειροτονεῖν μόνῳ ἐπισκόπῳ προσήκει, ἑτέρῳ δὲ οὐδενί.
Ἀλλ᾿ οὔτε τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον ἀναγνώσταις ἢ ψάλταις ἢ πυλωροῖς ἢ ὑπηρέταις, ἀλλ᾿ ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπηρετουμένων αὐτοῖς τῶν διακόνων. Οἱ δὲ τολμῶντες τοῦτο τῶν Κορειτῶν ὑποίσουσι τὴν δίκην. Οὐκ ἐπιτρέ πομεν δὲ πρεσβυτέροις χειροτονεῖν διακόνους ἢ διακονίσσας ἢ ἀναγνώστας ἢ ὑπηρέτας ἢ ᾠδοὺς ἢ πυλωρούς, ἀλλὰ μόνοις τοῖς ἐπισκόποις· αὕτη γάρ ἐστι τάξις ἐκκλησιαστικὴ καὶ ἁρμονία.

ιβ. Ἀποτροπὴ βασκανίας.
Περὶ δὲ φθόνου ἢ ζήλου ἢ καταλαλιᾶς ἢ ἔριδος ἢ φιλονεικίας προείρηται ὑμῖν, ὅτι ταῦτα Χριστιανοῦ ἀλλότρια, καὶ μάλιστα ἐπὶ χηρῶν. Ἐπειδὴ δὲ ὁ ἐνεργῶν διάβολος πολύτροπος καὶ πολυποικίλος ὑπάρχων εἰς τὰς μὴ χήρας ἐμπομπεύει, ὡς καί ποτε εἰς τὸν Καΐν· ἔνιαι γὰρ λέγουσιν εἶναι χῆραι, τὰ δὲ τῆς χηρείας ἄξια παραγγέλματα οὐ ποιοῦσιν, ὡς οὐδὲ ὁ Καῒν τὰ ἀδελφικὰ δικαιώματα· ἀγνοοῦσιν γάρ, ὡς οὐ τὸ ὄνομα τῆς χηρείας εἰς βασιλείαν αὐτὰς εἰσάξει, ἀλλ᾿ ἡ ἀληθὴς πίστις καὶ τὰ ὅσια ἔργα· εἰ δέ τις τὸ μὲν ὄνομα τῆς χηρείας κέκτηται, ἐπιτελεῖ δὲ τὰ τοῦ ἀντικειμένου ἐπιτηδεύματα, ἡ μὲν χηρεία αὐτῆς οὐ λογισθήσεται, ἐξω σθεῖσα δὲ τῆς βασιλείας αἰωνίᾳ κολάσει παραδοθήσεται. Ἀκούομεν γάρ τινας χήρας ζηλοτύπους, φθονεράς, διαβό λους, βασκαινούσας ταῖς ἑτέρων ἀνέσεσιν· αἱ δὲ τοιαῦται οὐκ εἰσὶν τοῦ Χριστοῦ οὐδὲ τῆς ἐκείνου διδασκαλίας μαθήτριαι. Δέον γὰρ αὐτάς, ἐνδυθείσης αὐτῶν συγχήρας ὑπό τινος ἢ λαβούσης ἀργύρια ἢ τροφὴν ἢ πόμα ἢ ὑπόδεσιν, θεασαμένας τὴν ἀδελφὴν αὐτῶν ἀναψύξασαν εἰπεῖν·

ιγ. Ὅπως δεῖ προσεύχεσθαι τὰς χήρας ὑπὲρ τῶν διδόντων τὰ πρὸς τὴν χρείαν.
Εὐλογητὸς ὁ Θεὸς ὁ ἀναψύξας μου τὴν συγχήραν· εὐλόγησον, Κύριε, καὶ δόξασον τὸν διακονήσαντα αὐτῇ, καὶ τὸ ἔργον αὐτοῦ ἀναβαίη ἐν ἀληθείᾳ πρὸς σέ, καὶ μνησθήσῃ αὐτοῦ εἰς ἀγαθὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτοῦ· καὶ τὸν ἐπίσκοπόν μου τὸν καλῶς σοι λειτουργήσαντα καὶ διδάξαντα εὔκαιρον ἐλεημοσύνην γυμνῇ οὔσῃ τῇ συγγήρῳ μου γενέσθαι, προσθείης αὐτῷ δόξαν καὶ δώῃς αὐτῷ στέφανον καυχήσεως ἐν ἡμέρᾳ ἀποκαλύψεως ἐπισκοπῆς σου. Ὁμοίως καὶ ἡ λαβοῦσα χήρα τὸ ἔλεος συμπροσευχέσθω τῷ διδόντι αὐτῇ τὴν διακονίαν.

ιδ. Ὅτι οὐ χρὴ κομπάζειν καὶ περιαγγέλλειν τὸ ἑαυτῆς ὄνομα τὴν καρποφοροῦσαν κατὰ τὴν τοῦ κυρίου διάταξιν.
Ἡ μέντοι εὖ ποιοῦσα ἀποκρυψάτω τὸ οἰκεῖον ὄνομα ὡς σοφή, μὴ σαλπίζουσα ἔμπροσθεν αὐτῆς, ἵνα γένη ται ἡ ἐλεημοσύνη ἐν κρυπτῷ πρὸς Θεόν, καθώς φησιν ὁ Κύριος, ὅτι· Σοῦ δὲ ποιοῦντος τὴν ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημο σύνη ἐν τῷ κρυπτῷ. Καὶ ἡ χήρα προσευχέσθω ὑπὲρ τοῦ δεδωκότος, ὅστις ποτ᾿ ἂν ᾖ, ἅγιον θυσιαστήριον Θεοῦ ὑπάρχουσα, καὶ ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει τῷ εὖ ποιήσαντι ἐν τῷ φανερῷ. Ἀλλ᾿ αἱ μὴ κατ᾿ ἐντολὴν Θεοῦ ζῆν θέλουσαι χῆραι φροντίζουσιν πολυπευστεῖν, τίς ἡ διακονησαμένη καὶ τίνες αἱ λαβοῦσαι, καὶ μαθοῦσα ἐπιμέμφεται τῇ διακονησαμένῃ λέγουσα, ὅτι οὐκ ᾔδεις, ὅτι ἐγώ σοι μᾶλλον ἐγγυτέρα παρ᾿ ἐκείνην ὑπῆρχον καὶ μᾶλλον παρ᾿ ἐκείνην θλιβομένη; Διὰ τί οὖν προετίμησας ἐκείνην ἐμοῦ; Ταῦτα δὲ λέγει ἄφρων ὑπάρχουσα, οὐ νοοῦσα, ὅτι οὐκ ἀνθρώπου τοῦτο θέλημα γέγονεν, ἀλλὰ Θεοῦ πρόσταγμα. Εἰ γὰρ μαρτυρεῖ αὕτη, ὅτι ἐγγυτέρα ὑπῆρχεν καὶ ἐν πλείονι ἐνδείᾳ ἐξητάζετο καὶ μᾶλλον αὐτὴ γυμνὴ ἢ ἐκείνη, ὀφείλει νοεῖν τὸν διαταξά μενον καὶ ἀποσιγήσασα καὶ μὴ μεμψαμένη τὴν διακονήσασαν, εἰσελθοῦσα εἰς οἶκον ἑαυτῆς καὶ ἐπὶ πρόσωπον ἑαυτὴν βαλοῦσα ἱκετεῦσαι τὸν Θεὸν ἀφεθῆναι αὐτῇ τὸ πλημμέλημα. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῇ εὖ ποιούσῃ μὴ τραγῳδεῖν τὴν εὐποιΐαν, ἡ δὲ ἐμέμφετο, ὅτι μὴ ἐκήρυξεν αὐτῆς τὸ ὄνομα, ἵνα καὶ αὐτὴ μαθοῦσα δράμῃ εἰς τὸ λαβεῖν· καὶ οὐ μόνον ἐμέμφετο, ἀλλά γε καὶ κατηρᾶτο αὐτῇ, ἐπιλαθομένη τοῦ εἰπόντος· Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώ μενός σε κεκατήραται. Λέγει δὲ ὁ Κύριος· Ὅταν εἰσέρχησθε εἰς οἶκον, λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ, καὶ ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπαναπαύσεται ἐπ᾿ αὐτόν· ἐὰν δὲ μὴ ᾖ ἄξιος, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστρέφει.

ιε. Ὅτι ἀπρεπὲς τὸ λοιδορεῖν τὸν πλησίον· ἀλλότριον χριστιανῶν τὸ καταρᾶσθαι.
Εἰ οὖν ἡ εἰρήνη ἐπὶ τοὺς πέμψαντας αὐτὴν ἐπ᾿ ἐκεί νους πάλιν ἐπιστρέφει ἐπὶ τοὺς προηκαμένους αὐτὴν διὰ τὸ μὴ εὑρεῖν ἀξίους αὐτῆς, πολλῷ μᾶλλον ἡ κατάρα ἐπιστρέψει εἰς κεφαλὴν τοῦ ἀδίκως αὐτὴν ἐκπέμψαντος, ὡς οὐκ ἀξίου ὄντος τοῦ λαβεῖν αὐτὴν ἐκείνου, πρὸς ὅνπερ ἐξαπεστάλη. Πᾶς γὰρ ὁ μάτην λοιδορῶν ἑαυτὸν ἀρᾶται, καθά φησιν ὁ Σολομών· Ὥσπερ ὄρνεα πέτονται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται ἐπ᾿ οὐδενί. Καὶ πάλιν λέγει· Οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. Ὥσπερ δὲ ἡ μέλισσα ἐν τῇ δυνάμει αὐτῆς ἀσθενὴς οὖσα, ἐπὰν πλήξῃ τινά, τὸ κέντρον ἀποβάλλει καὶ γίνεται στείρα, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ὃ ἐὰν ποιήσητε ἄδικον εἰς ἑτέρους, τοῦτο εἰς ἑαυτοὺς ἐνεργήσετε. Λάκκον γὰρ ὤρυξεν καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργά σατο. Καὶ πάλιν· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς αὐτόν. Οὐκοῦν ὁ φεύγων κατάραν ἕτερον μὴ καταράσθω. Ὃ γὰρ μισεῖς σοὶ γενέσθαι, οὐδὲ ἄλλῳ ποιήσεις. Διὸ νουθετεῖτε τὰς ἀπειθεῖς, ἐπιπλήσσετε ταῖς ἀναισχύντοις, παρακαλεῖτε τὰς ὀλιγοψυχούσας, ἰσχυρο ποιεῖτε τὰς ἀσθενούσας, ἐπαινεῖτε τὰς ἐν ὁσιότητι ὁδευούσας· εὐλογείτωσαν μᾶλλον καὶ μὴ λοιδορείτωσαν, εἰρηνοποιείτω σαν καὶ μὴ πόλεμον ἐμποιείτωσαν. Μήτε οὖν ἐπίσκοπος μήτε πρεσβύτερος μήτε διάκονος μήτε ἄλλος τις ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ λοιδορίᾳ τὴν γλῶσσαν μολυνέτω, ἵνα μὴ ἀντὶ εὐλογίας κατάραν κληρονομήσῃ. Ἔστω δὲ σπουδὴ καὶ ἐπιμέλεια τῷ ἐπισκόπῳ, ὅπως μηδὲ λαικὸς κατάραν ἐκφέρῃ· περὶ πάντων γὰρ μέλειν αὐτῷ ὀφείλει, περὶ κληρικῶν, περὶ παρθένων, περὶ χηρῶν, περὶ λαικῶν.

ιστ. Περὶ μυήσεως θείας τοῦ ἁγίου βαπτίσματος.
Διὰ τοῦτο, ὦ ἐπίσκοπε, τοὺς συνεργούς σου τῆς ζωῆς καὶ τῆς δικαιοσύνης ἐργάτας διακόνους εὐαρέστους Θεῷ προχειρίζου, οὓς ἐκ παντὸς τοῦ λαοῦ δοκιμάζεις εἶναι ἀξίους καὶ εἰς τὰς τῆς διακονίας χρείας εὐσκύλτους. Προχεί ρισαι δὲ καὶ διάκονον πιστὴν καὶ ἁγίαν εἰς τὰς τῶν γυναικῶν ὑπηρεσίας. Ἔστι γάρ, ὁπόταν ἔν τισιν οἰκίαις ἄνδρα διάκονον γυναιξὶν οὐ δύνασαι πέμπειν διὰ τοὺς ἀπίστους· ἀποστελεῖς οὖν γυναῖκα διάκονον διὰ τὰς τῶν φαύλων διανοίας. Καὶ γὰρ εἰς πολλὰς χρείας γυναικὸς χρῄζομεν διακόνου. Καὶ πρῶτον μὲν ἐν τῷ φωτίζεσθαι γυναῖκας ὁ διάκονος χρίσει μὲν μόνον τὸ μέτωπον αὐτῶν τῷ ἁγίῳ ἐλαίῳ, καὶ μετὰ τοῦτον δὲ ἡ διάκονος ἀλείψει αὐτάς· οὐ γὰρ ἀνάγκη τὰς γυναῖκας ὑπὸ ἀνδρῶν κατοπτεύεσθαι. Ἀλλὰ μόνον ἐν τῇ χειροθεσίᾳ τὴν κεφαλὴν αὐτῆς χρίσει ὁ ἐπίσκοπος, ὃν τρόπον οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς τὸ πρότερον ἐχρίοντο· οὐχ ὅτι καὶ οἱ νῦν βαπτιζόμενοι ἱερεῖς χειροτονοῦν ται, ἀλλ᾿ ὡς ἀπὸ τοῦ Χριστοῦ χριστιανοί, βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον, Ἐκκλησία Θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ νυμφῶνος, οἵ ποτε οὐ λαός, νῦν δὲ ἠγαπημένοι καὶ ἐκλεκτοί. Σὺ οὖν, ὦ ἐπίσκοπε, ἐκείνῳ τῷ τύπῳ χρίσεις τὴν κεφαλὴν τῶν βαπτιζομένων, εἴτε ἀνδρῶν εἴτε γυναικῶν, τῷ ἁγίῳ ἐλαίῳ εἰς τύπον τοῦ πνευματικοῦ βαπτίσματος· ἔπειτα ἢ σὺ ὁ ἐπίσκοπος ἢ ὁ ὑπὸ σὲ πρεσβύτερος τὴν ἱερὰν ἐπ᾿ αὐτοῖς εἰπὼν καὶ ἐπονομάσας ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίσεις αὐτοὺς ἐν τῷ ὕδατι· καὶ τὸν μὲν ἄνδρα ὑποδεχέσθω ὁ διάκονος, τὴν δὲ γυναῖκα ἡ διάκονος, ὅπως σεμνοπρεπῶς ἡ μετάδοσις τῆς ἀθραύστου σφραγῖδος γένηται· καὶ μετὰ τοῦτο ὁ ἐπίσκοπος χριέτω τοὺς βαπτι σθέντας τῷ μύρῳ.

ιζ. Οἷαν αἰτίαν ἔχει τὸ εἰς Χριστὸν βάπτισμα καὶ διατί τῶν ἐπ᾿ αὐτῷ ἕκαστον λέγεται καὶ πράττεται.
Ἔστι τοίνυν τὸ μὲν βάπτισμα εἰς τὸν θάνατον τοῦ Υἱοῦ διδόμενον, τὸ δὲ ὕδωρ ἀντὶ ταφῆς, τὸ ἔλαιον ἀντὶ Πνεύματος ἁγίου, ἡ σφραγὶς ἀντὶ τοῦ σταυροῦ, τὸ μύρον βεβαίωσις τῆς ὁμολογίας. Τοῦ Πατρὸς ἡ μνήμη ὡς αἰτίου καὶ ἀποστολέως, τοῦ Πνεύματος ἡ συμπαράληψις ὡς μάρτυρος. Ἡ κατάδυσις τὸ συναποθανεῖν, ἡ ἀνάδυσις τὸ συναναστῆναι. Πατὴρ ὁ ἐπὶ πάντων Θεός, Χριστὸς ὁ μονογενὴς Θεός, ὁ ἀγαπητὸς Υἱός, ὁ τῆς δόξης Κύριος, Πνεῦμα ἅγιον ὁ παράκλητος τὸ ὑπὸ Χριστοῦ πεμπόμενον καὶ ὑπ᾿ ἐκείνου διδασκόμενον καὶ ἐκεῖνον κηρύττον.

ιη. Οἷος ὀφείλει εἶναι ὁ μεμυημένος.
Ὁ δὲ βαπτιζόμενος ὑπαρχέτω ἀλλότριος ἀσεβείας πάσης, ἀνενέργητος πρὸς ἁμαρτίαν, φίλος Θεοῦ, ἐχθρὸς διαβόλου, κληρονόμος Πατρός, συγκληρονόμος δὲ τοῦ Υἱοῦ αὐτοῦ, ἀποτεταγμένος τῷ σατανᾷ καὶ τοῖς δαίμοσιν καὶ ταῖς ἀπάταις αὐτοῦ, ἁγνός, καθαρός, ὅσιος, θεοφιλής, υἱὸς τοῦ Θεοῦ, προσευχόμενος ὡς υἱὸς πατρὶ καὶ λέγων ὡς ἀπὸ κοινοῦ τοῦ τῶν πιστῶν συναθροίσματος οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ιθ. Οἷοι ὀφείλουσι εἶναι οἱ διάκονοι.
Ἔστωσαν δὲ καὶ οἱ διάκονοι ἐν πᾶσιν ἄμωμοι ὡς καὶ ὁ ἐπίσκοπος, μόνον δὲ εὐσκυλτότεροι, ἀνάλογοι πρὸς τὸ πλῆθος τῆς Ἐκκλησίας, ἵνα καὶ τοῖς ἀδυνάτοις ὑπηρετεῖσθαι δύνωνται ὡς ἐργάται ἀνεπαίσχυντοι· καὶ ἡ μὲν γυνὴ τὰς γυναῖκας σπουδάζουσα θεραπεύειν, ἀμφότεροι δὲ τὰ πρὸς ἀγγελίαν, ἐκδημίαν, ὑπηρεσίαν, δουλείαν, ὡς καὶ περὶ τοῦ Κυρίου Ἡσαΐας ἔλεγεν φάσκων· Δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Ἕκαστος οὖν τὸν ἴδιον γνωριζέτω τόπον καὶ ἐκτελείτω αὐτὸν σπουδαίως, ὁμοφρόνως, ὁμοψύ χως, γινώσκοντες τὸν τῆς διακονίας μισθόν. Ἔστωσαν δὲ καὶ ἀνεπαίσχυντοι εἰς τὸ ὑπηρετεῖσθαι τοῖς δεομένοις, ὡς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐκ ἦλθεν διακονη θῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· οὕτως οὖν καὶ αὐτοὺς δεῖ ποιεῖν. Κἂν δέῃ ψυχὴν ὑπὲρ ἀδελφοῦ ἀποθέσθαι, μὴ διστάσωσιν· οὐδὲ γὰρ ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἐδίστασεν τὴν ψυχὴν αὐτοῦ θείς, ὡς αὐτὸς ἔφη, ὑπὲρ τῶν φίλων αὐτοῦ. Εἰ οὖν ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντα ὑπέ μεινεν δι᾿ ἡμᾶς, πῶς ἂν ὑμεῖς διακονῆσαι τοῖς δεομένοις ἐνδοιάσητε, μιμηταὶ ὀφείλοντες αὐτοῦ εἶναι τοῦ καὶ δουλείαν καὶ ἔνδειαν καὶ πληγὰς καὶ σταυρὸν δι᾿ ἡμᾶς ὑπομείναντος; Χρὴ οὖν καὶ ὑμᾶς δουλεύειν τοῖς ἀδελφοῖς ὡς Χριστοῦ μιμητάς· Ὁ θέλων γάρ, φησίν, ἐν ὑμῖν εἶναι μέγας ἔστω ὑμῶν διάκονος, καὶ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω ὑμῶν δοῦλος. Οὕτω γὰρ καὶ αὐτὸς ἔργῳ πεπλήρωκεν τὸ εὖ δουλεύειν πολλοῖς, καὶ οὐ λόγῳ. Λαβὼν γὰρ λέντιον διεζώσατο, εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἡμῶν ἀνακειμένων ἐπελθὼν πάντων ἡμῶν ἔνιψεν τοὺς πόδας καὶ τῷ λεντίῳ ἐξέμαξεν· τοῦτο δὲ ποιῶν ἐπεδείκνυεν ἡμῖν τὸ τῆς φιλαδελφίας ἀγαπητικόν, ἵνα καὶ ἡμεῖς εἰς ἀλλήλους αὐτὸ ποιῶμεν. Εἰ οὖν ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος οὕτως ἐταπείνωσεν ἑαυτόν, πῶς ἂν ὑμεῖς ἐπαισχυνθήσεσθε τοῦτο ποιῆσαι τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν τῶν ἀδελφῶν, ἐργάται ὄντες ἀληθείας καὶ τῆς εὐσεβείας προστάται; Ἐξυπηρετεῖτε οὖν ἀγαπητικῶς, μὴ ἐπιγογγύζοντες μηδὲ διαστασιάζοντες· οὐ γὰρ δι᾿ ἄνθρωπον ποιεῖτε, ἀλλὰ διὰ τὸν Θεόν, καὶ τὸν μισθὸν τῆς διακονίας παρ᾿ ἐκείνου ἀπο λήψεσθε ἐν ἡμέρᾳ ἐπισκοπῆς ὑμῶν. Χρὴ οὖν ὑμᾶς τοὺς διακόνους ἐπισκέπτεσθαι πάντας τοὺς δεομένους ἐπισκέψεως, καὶ περὶ τῶν θλιβομένων ἀναγγέλλετε τῷ ἐπισκόπῳ ὑμῶν· ψυχὴ γὰρ αὐτοῦ καὶ αἴσθησις εἶναι ὀφείλετε, εὔσκυλτοι καὶ εὐήκοοι εἰς πάντα ὄντες αὐτῷ ὡς ἐπισκόπῳ ὑμῶν καὶ πατρὶ καὶ διδασκάλῳ.

κ. Ὅτι ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκο πος, ἀλλ᾿ οὐχ ὑπὸ ἑνός· ἀβέβαιον γάρ.
Ἐπίσκοπον δὲ προστάσσομεν χειροτονεῖσθαι ὑπὸ τριῶν ἐπισκόπων ἢ τὸ γοῦν ἔλαττον ὑπὸ δύο, μὴ ἐξεῖναι δὲ ὑπὸ ἑνὸς ὑμῖν καθίστασθαι, ἡ γὰρ τῶν δύο καὶ τριῶν μαρτυρία βεβαιοτέρα καὶ ἀσφαλής· πρεσβύτερον δὲ καὶ διάκονον ὑπὸ ἑνὸς ἐπισκόπου καὶ τὸν λοιπὸν κλῆρον. Μήτε πρεσβύτερον μήτε διάκονον χειροτονεῖν ἐκ λαικῶν κληρικούς, ἀλλὰ μόνον τὸν μὲν πρεσβύτερον διδάσκειν, ἀναφέρειν, βαπτίζειν, εὐλογεῖν τὸν λαόν, τὸν δὲ διάκονον ἐξυπηρετεῖσθαι, τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, τοῦτ᾿ ἔστι διακονεῖν, οὐ μὴν καὶ τὰ λοιπὰ ἐνεργεῖν.

ΙΣΤΟΣΕΛΙΔΑ
@ ΓΟΕΕ 2006
Hosted by uCoz