ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ
ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ
Δ
α.
Περὶ ὀρφανῶν.
Ὀρφανοῦ δέ τινος γενομένου χριστιανοῦ ἤτοι παιδὸς ἢ παρθένου, καλὸν
μέν, ἵνα τις τῶν ἀδελφῶν οὐκ ἔχων τέκνον προσλαβόμενος τοῦτο ἔχῃ εἰς
παιδὸς τόπον, τὴν δὲ παρθένον ὁ ἔχων υἱὸν δυνάμενον αὐτῇ ταῖς τοῦ γάμου
ὥραις συγχρονίσαι συζεύξῃ· τοῦτο γὰρ οἱ ποιοῦντες ἔργον μέγα
ἐπιτελοῦσιν, ὀρφανῶν πατέρες ὑπάρξαντες, καὶ παρὰ Κυρίου τοῦ Θεοῦ
λήψονται τὸν μισθὸν τῆς διακονίας ταύτης. Εἰ δέ τινες οὐκ εἰσὶ τοιοῦτοι
ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν περι πατῶν ἐπαισχύνοιτο πλούσιος ὢν τὰ τῆς
ὀρφανίας μέλη, τοῦ μὲν ὀρφανοῦ πρόνοιαν ποιήσεται ὁ πατὴρ τῶν ὀρφανῶν
καὶ κριτὴς τῶν χηρῶν, αὐτῷ δὲ ἐμπεσεῖται τοιοῦτος, ὅστις αὐτοῦ
δαπανήσει τὴν φειδώ, καὶ γενήσεται ἐπ᾿ αὐτῷ τὸ εἰρημένον· Ἃ οὐκ ἔφαγον
ἅγιοι, ταῦτα φάγονται Ἀσσύ ριοι. Καθὼς καὶ Ἡσαΐας λέγει· Τὴν χώραν ὑμῶν
ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη. β.
Ὅπως χρὴ τὸν ἐπίσκοπον προνοεῖν τῶν ὀρφανῶν.
Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, μεριμνήσατε περὶ τῆς ἀνατροφῆς αὐτῶν, μηδὲν
ἐλλείποντες αὐτοῖς, τοῖς μὲν ὀρφα νοῖς παρέχοντες τὰ γονέων, ταῖς δὲ
χήραις τὰ ἀνδρῶν, τοῖς ἀκμαίοις τοὺς γάμους, τεχνίτῃ ἔργον, ἀδρανεῖ
ἔλεος, ξένοις στέγος, πεινῶσι ψωμόν, διψῶσι πῶμα, γυμνοῖς ἔνδυμα,
νοσοῦσι θεράπειαν, φυλακίταις βοήθειαν. Πρὸς τούτοις πλείων ἔσται ὑμῖν
φροντὶς περὶ τῶν ἐν ὀρφανίᾳ, ὅπως αὐτοῖς μηδὲν ἐνδέῃ, τῇ μὲν παρθένῳ,
μέχρις ἂν ἔλθῃ εἰς ὥραν γάμου καὶ ἐκδῶτε αὐτὴν ἀδελφῷ, τῷ δὲ παιδὶ
χορηγίαν πρὸς τὸ καὶ τέχνην ἐκμαθεῖν καὶ διατρέφεσθαι ἐκ τῆς
ἐπιχορηγίας, ἵνα, ὅταν δεξιῶς τὴν τέχνην κατορθώσῃ, τὸ τηνικαῦτα
δύνηται καὶ τὰ τῆς τέχνης ἐργαλεῖα ἑαυτῷ πρίασθαι, ὅπως μηκέτι βαρύνῃ
τὴν τῶν ἀδελφῶν ἀνυ πόκριτον εἰς αὐτὸν ἀγάπην, ἀλλ᾿ ἑαυτῷ ἐπιχορηγῇ. γ.
Τίνες ὀφείλουσιν ἐπικουρεῖσθαι κατὰ τὴν κυριακὴν διαταγήν.
Καὶ γὰρ ἀληθῶς μακάριός ἐστιν, ὃς ἂν δυνάμενος βοηθεῖν ἑαυτῷ μὴ θλίβῃ
τόπον ὀρφανοῦ ξένου τε καὶ χήρας, ἐπεὶ καὶ ὁ Κύριος μακάριον εἶπεν
εἶναι τὸν διδόντα ὑπὲρ τὸν λαμβάνοντα. Καὶ γὰρ εἴρηται πάλιν ὑπ᾿ αὐτοῦ·
Οὐαὶ τοῖς ἔχουσιν καὶ ἐν ὑποκρίσει λαμβάνουσιν, ἢ δυνα μένοις βοηθεῖν
ἑαυτοῖς καὶ λαμβάνειν παρ᾿ ἑτέρων βουλο μένοις· ἑκάτερος γὰρ ἀποδώσει
λόγον Κυρίῳ τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Ὁ μὲν γὰρ δι᾿ ἡλικίαν ὀρφανίας ἢ
γήρως ἀτονίαν ἢ νόσου πρόσπτωσιν ἢ τέκνων πολυτροφίαν λαμβάνων, ὁ
τοιοῦτος οὐ μόνον οὐ μεμφθήσεται, ἀλλὰ καὶ ἐπαινεθήσεται· θυσιαστήριον
γὰρ τῷ Θεῷ λελογισμένος ὑπὸ τοῦ Θεοῦ τιμηθήσεται ἀόκνως ὑπὲρ τῶν
διδόντων αὐτῷ διηνεκῶς προσευχόμενος, οὐκ ἀργῶς λαμβάνων, ἀλλὰ τῆς
δόσεως αὐτοῦ, ὅση δύναμις, τὸν μισθὸν διδοὺς διὰ τῆς προσευχῆς· ὁ
τοιοῦτος οὖν ἐν τῇ αἰωνίῳ ζωῇ ὑπὸ Θεοῦ μακαρισθήσεται. δ.
Περὶ φιλαργυρίας.
Ὁ δὲ ἔχων καὶ ἐν ὑποκρίσει λαμβάνων ἢ δι᾿ ἀργίαν, ἀντὶ τοῦ ἐργαζόμενον
βοηθεῖν καὶ ἑτέροις, δίκην ὀφλήσει τῷ Θεῷ, ὅτι πενήτων ἥρπασε ψωμόν. Ὁ
γὰρ ἔχων ἀργύρια καὶ μὴ μεταδιδοὺς ἑτέροις μήτε μὴν αὐτὸς χρώμενος
τόπον ὄφεως κεκλήρωται, ὅν φασιν ἐπὶ τοῖς θησαυροῖς καθεύδειν, καὶ
ἔστιν ἐπ᾿ αὐτῷ ἀληθὴς ἡ γραφὴ ἡ φάσκουσα· Συνήγαγεν πλοῦτον, ἐξ οὗ οὐ
γεύσεται. Καὶ οὐδὲν αὐτῷ ὄφελος ὀλλυμένῳ παρὰ τῆς δίκης· Οὐκ ὠφελήσει
γάρ, φησίν, ὑπάρχοντα ἐν ἡμέρᾳ ὀργῆς. Ὁ γὰρ τοιοῦτος οὐ τῷ Θεῷ
πεπίστευκεν, ἀλλὰ τῷ ἑαυτοῦ χρυσίῳ, θεὸν τοῦτο ἡγούμενος καὶ ἐπ᾿ αὐτῷ
πεποιθώς· ὑποκριτὴς ἀλη θείας ὁ τοιοῦτος, προσωπολήπτης, ἄπιστος,
εἴρων, δειλός, ἄνανδρος, κοῦφος, εὐχερής, μεμψίμοιρος, ἐπώδυνος, ἑαυτοῦ
ἐχθρὸς καὶ οὐδενὸς φίλος. Τούτου τὰ χρήματα ὀλεῖται καὶ ἀνὴρ ξένος
ἔδεραι αὐτά, ἢ ζῶντος ὑφελόμενος ἢ θανόντος καρπωσάμενος· Πλοῦτος γὰρ
ἀδίκως συναγόμενος ἐξε μεθήσεται. ε.
Μετὰ ποίου φόβου χρὴ τῶν κυριακῶν μετέχειν συνεισφορῶν τὰς χήρας καὶ
τοὺς ὀρφανούς.
Παραινοῦμεν οὖν ταῖς χήραις καὶ τοῖς ὀρφανοῖς μετὰ παντὸς φόβου καὶ
πάσης εὐλαβείας μεταλαμβάνειν τῶν αὐτοῖς χορηγουμένων, καὶ εὐχαριστεῖν
τῷ Θεῷ τῷ διδόντι τοῖς πεινῶσι τροφὴν καὶ ἐπ᾿ αὐτῷ τοὺς ὀφθαλμοὺς
ἐκτείνειν. Τίς γάρ, φησίν, ὑμῶν φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; Αὐτὸς
γὰρ ἀνοίγει τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλᾷ πᾶν ζῷον εὐδοκίας, σῖτον
νεανίσκοις καὶ οἶνον παρθένοις καὶ ἔλαιον εἰς εὐφροσύνην τῶν ζώντων,
χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, κρέα τοῖς
θηρίοις, σπέρματα τοῖς ὀρνέοις καὶ πᾶσι τὴν πρόσφορον τροφήν. Διό φησιν
καὶ ὁ Κύριος· Καταμάθετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ
θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν τρέφει αὐτά·
οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Μὴ οὖν μεριμνήσητε λέγοντες· τί
φάγομεν ἢ τί πίομεν; Οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν, ὅτι χρῄζετε τούτων
ἁπάντων. Τοσαύτης οὖν τῆς παρ᾿ αὐτοῦ προνοίας ἀπολαύοντες καὶ τῶν παρ᾿
αὐτοῦ μεταλαμβάνοντες ἀγαθῶν, αἶνον ἀναπέμπειν ὀφείλετε τῷ ὀρφανὸν καὶ
χήραν ἀναλαμβάνοντι παντοκράτορι Θεῷ διὰ τοῦ ἠγαπημένου Υἱοῦ αὐτοῦ
Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾿ οὗ ἡ δόξα τῷ Θεῷ ἐν Πνεύματι καὶ
ἀληθείᾳ εἰς τοὺς αἰῶνας· ἀμήν. στ.
Τίνων αἱ καρποφορίαι δεκταὶ καὶ τίνων ἄδεκτοι.
Χρὴ δὲ τὸν ἐπίσκοπον εἰδέναι, τίνων ὀφείλει δέχεσθαι καρποφορίας καὶ
τίνων οὐκ ὀφείλει. Φυλακτέοι γὰρ αὐτῷ πρὸς δόσιν κάπηλοι· Οὐ
δικαιωθήσεται γὰρ κάπηλος ἀπὸ ἁμαρτίας. Περὶ αὐτῶν γάρ που καὶ Ἡσαΐας
ὀνειδίζων τὸν Ἰσραὴλ ἔλεγεν· Οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι.
Φευκτέοι δ᾿ αὐτῷ καὶ πόρνοι. Οὐ προσοίσεις γὰρ τῷ κυρίῳ μίσθωμα πόρνης.
Καὶ ἅρπαγες καὶ τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ μοιχοί, βδελυκταὶ γὰρ αἱ
τούτων θυσίαι τῷ Θεῷ. Ἀλλὰ καὶ οἱ ἐκθλίβοντες χήραν καὶ ὀρφανὸν καταδυ
ναστεύοντες καὶ τὰς φυλακὰς πληροῦντες ἀναιτίων ἢ καὶ τοῖς ἑαυτῶν
οἰκέταις πονηρῶς χρώμενοι, πληγαῖς φημι καὶ λιμῷ καὶ κακοδουλίᾳ, ἢ καὶ
πόλεις ὅλας λυμαινόμενοι φευκτέοι ἔστωσάν σοι, ὦ ἐπίσκοπε, καὶ αἱ
τούτων προσφοραὶ μυσαραί. Παραιτήσῃ δὲ καὶ ῥᾳδιουργοὺς καὶ ῥήτορας
ἀδικίᾳ συναγωνιζομένους καὶ εἰδωλοποιοὺς καὶ κλέπτας καὶ τελώνας
ἀδίκους καὶ ζυγοκρούστας καὶ δολομέτρας, καὶ στρατιώτην συκοφάντην, μὴ
ἀρκούμενον τοῖς ὀψωνίοις, ἀλλὰ τοὺς πένητας διασείοντα, φονέα τε καὶ
δήμιον καὶ δικαστὴν παράνομον, πραγμάτων ἀνατροπέα, ἀνθρώπων ἐπίβουλον,
μιαρῶν ἐργάτην, μέθυσον, βλάσφημον, κίναιδον, τοκογλύ φον, καὶ παντὸς
ἑτέρου πονηροῦ καὶ τῇ γνώμῃ τοῦ Θεοῦ διαμαχομένου, ὅτι λέγει ἡ γραφὴ
βδελυκτοὺς εἶναι παρὰ Θεῷ πάντας τοὺς τοιούτους. Οἱ γὰρ παρὰ τοιούτων
δεχόμενοι καὶ τρέφοντες χήρας καὶ ὀρφανοὺς ὑπεύθυνοι τῷ κριτηρίῳ τοῦ
Θεοῦ γενήσονται, ὥσπερ καὶ Ἀδωνίας ὁ ἐν ταῖς Βασιλείοις προφήτης
παρακούσας Θεοῦ καὶ φαγὼν ἄρτον καὶ πιὼν ὕδωρ ἐν τῷ τόπῳ ᾧ ἀπεῖπεν αὐτῷ
ὁ Κύριος διὰ τὴν τοῦ Ἱεροβοὰμ ἀσέβειαν, καὶ ὑπὸ λέοντος ἀναιρεθείς. Ὁ
γὰρ ἐκ κόπου διακονούμενος ἄρτος χήραις γνησίως δίκαιος μᾶλλον, κἂν ᾖ
βραχὺς καὶ ὀλίγος, ἢ ὁ ἐκ συκοφαντίας καὶ ἐξ ἀδικίας, κἂν ᾖ πολὺς καὶ
ἐξησκημένος· λέγει γὰρ ἡ γραφή· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον
ἁμαρτω λῶν πολύν. Εἰ δὲ καὶ ἐξ ἀσεβῶν φαγοῦσα χήρα καὶ ἐμπλησθεῖσα
προσεύξεται ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσεται, ὅτι ὁ καρδιογνώστης Θεὸς
μετὰ κρίσεως ἀπεφήνατο περὶ τῶν ἀσεβῶν λέγων· Ἐὰν στῇ Μωϋσῆς καὶ
Σαμουὴλ πρὸ προσώπου μου ὑπὲρ αὐτῶν, οὐκ εἰσακούσομαι αὐτῶν καὶ σὺ μὴ
προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου ἐλεηθῆ ναι αὐτοὺς καὶ μὴ
προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Οὐ μὴν δὲ ἀλλὰ καὶ
οἱ ἐν ἁμαρτίαις γενόμενοι καὶ μὴ μεταγνόντες οὐ μόνον οὐκ εἰσα
κουσθήσονται προσευχόμενοι, ἀλλὰ καὶ τὸν Θεὸν παροξυ νοῦσιν
ὑπομιμνήσκοντες αὐτὸν τῆς ἑαυτῶν μοχθηρίας. ζ.
Ὅτι αἱ τῶν ἀναξίων καρποφορίαι, ἕως ἂν ὦσι τοιοῦτοι, οὐ μόνον οὐκ
ἐξιλεοῦνται Θεόν, ἀλλ᾿ ἐκ τῶν ἐναντίων κινοῦσιν αὐτὸν πρὸς ἀγανάκτησιν.
Περιΐστασθε οὖν τὰς τοιαύτας διακονίας ὡς ἄλλαγμα κυνὸς καὶ μίσθωμα
πόρνης· ἑκάτερα γὰρ τοῖς νόμοις ἀπη γόρευται. Οὔτε γὰρ Ἐλισσαῖος τὰ
παρὰ τοῦ Ἀζαὴλ προσκομισθέντα ἐδέξατο, οὔτε Ἀχίας τὰ παρὰ τοῦ Ἱερο
βοάμ· εἰ δὲ οἱ τοῦ Θεοῦ προφῆται τὰ παρὰ τῶν ἀσεβῶν οὐ προσήκαντο
ξένια, δίκαιον μήτε ὑμᾶς, ὦ ἐπίσκοποι. Ἀλλὰ καὶ Σίμων ὁ μάγος ἐμοὶ
Πέτρῳ καὶ Ἰωάννῃ χρήματα προσενεγκὼν ἐπειρᾶτο ὠνητὴν τὴν ἀτίμητον χάριν
λήψεσθαι· ἅπερ μὴ προσηκάμενοι ἀραῖς αἰωνίοις αὐτὸν ἐδησάμεθα, ὅτι τὴν
δωρεὰν τοῦ Θεοῦ οὐκ εὐνοίᾳ τῇ πρὸς Θεόν, ἀλλὰ χρημάτων ἐναλλαγῇ
ἐνόμισεν κτᾶσθαι. Φεύγετε οὖν τὰς δυσσυνειδήτους εἰς τὸ θυσιαστήριον
τοῦ Θεοῦ εἰσφοράς· Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ καὶ
τρόμος οὐκ ἐγγιεῖ σοι. η.
Ὅτι βέλτιον ἐκ κόπου ἰδίου παρέχειν χήραις, κἂν ᾖ τὰ διδόμενα εὐτελῆ
καὶ ὀλίγα, ἢ τὰ πολλὰ τῶν ἀσεβῶν, κἂν πολλὰ καὶ μεγάλα τυγχάνῃ· βέλτιον
γὰρ λιμῷ διαφθαρῆναι ἢ παρὰ ἀσεβῶν συνεισφο ρὰν δέξασθαι.
Ἀλλ᾿ ἐὰν λέγητε, ὅτι οἱ διδόντες τὰς ἐλεημοσύνας οὗτοί εἰσιν, κἂν μὴ
λάβωμεν παρ᾿ αὐτῶν, πόθεν αἱ χῆραι ὑπηρετηθήσονται παρ᾿ ἡμῶν καὶ οἱ
ἐνδεεῖς τοῦ λαοῦ διατρα φῶσιν; Ἀκούσεσθε παρ᾿ ἡμῶν, ὅτι διὰ τοῦτο
ἐλάβετε δόματα λευιτῶν, τὴν καρποφορίαν τοῦ ἐν ὑμῖν λαοῦ, ἵνα ἐπαρκῆτε
καὶ ἑαυτοῖς καὶ τοῖς δεομένοις, καὶ μὴ ἐνδείᾳ συνεχόμενοι παρὰ πονηρῶν
λαμβάνητε. Εἰ δὲ οὕτως ἀποροῦσιν αἱ ἐκκλησίαι, λυσιτελεῖ τινα
διαφθαρῆναι, ἢ παρ᾿ ἐχθρῶν τοῦ Θεοῦ λαβεῖν τι ἐφ᾿ ὕβρει καὶ χλεύῃ τῶν
αὐτοῦ φίλων· περὶ γὰρ τῶν τοιούτων καὶ ὁ προφήτης λέγει· Ἔλαιον
ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου. Δοκιμασταὶ οὖν γίνεσθε τῶν
τοιούτων· καὶ παρὰ μὲν τῶν ὁσίως περιπατούντων λαμβάνετε καὶ τοῖς
θλιβομένοις χορηγεῖτε, παρὰ δὲ ἀποσυναγώγων μὴ λαμβάνετε, πρὶν ἂν τῆς
Ἐκκλησίας εἶναι μέλη καταξιωθῶσιν. Εἰ δὲ ἐπιλείποι δόμα, προσάγγελλε
τοῖς ἀδελφοῖς, καὶ ἐξ αὐτῶν συλλογὴν ποιησάμενος διακόνει τοῖς ὀρφανοῖς
καὶ ταῖς χήραις ἐν δικαιοσύνῃ. θ.
Ὅτι χρὴ προτρέπεσθαι τὸν λαὸν ὑπὸ τοῦ ἱερέως εὐποιεῖν τοὺς πένητας, ὡς
καὶ Σολομὼν ὁ σοφός.
Λέγε δὲ τῷ ὑπὸ σὲ λαῷ ἃ καὶ Σολομὼν ὁ σοφός· Τίμα τὸν Κύριον ἀπὸ σῶν
δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα
πιμπλᾶται τὰ ταμιεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύ
ζωσιν. Ἐκ τοῦ δικαίου οὖν κόπου τῶν πιστῶν τρέφετε καὶ ἀμφιέννυτε τοὺς
ὑστερουμένους, καὶ τὰ ἐξ αὐτῶν, ὡς προειρήκαμεν, ἀθροιζόμενα χρήματα
διατάσσετε διακονοῦντες εἰς τοὺς ἀγορασμοὺς τῶν ἁγίων, ῥυόμενοι
δούλους, αἰχμα λώτους, δεσμίους, ἐπηρεαζομένους, ἥκοντας ἐκ καταδίκης
διὰ τὸ ὄνομα τοῦ Χριστοῦ ὑπὸ τυράννων εἰς μονομαχίαν καὶ θάνατον· λέγει
γὰρ ἡ γραφή· Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ
φείσῃ. ι.
Διάταξις, ἵν᾿ ἐάν τις τῶν ἀσεβῶν βίᾳ προσρίψῃ χρήματα τοῖς ἱερεῦσιν,
εἰς ξύλα καὶ ἀνθρακιὰν ἀναλώσωσι ταῦτα, ἀλλὰ μὴ εἰς διατροφάς.
Ἐὰν δέ ποτε ἀνάγκη γένηται καὶ παρά τινος ἀνο σίου δέξασθαι ἄκοντας
ἀργύριον, εἰς ξύλα καὶ ἀνθρακιὰν αὐτὸ δαπανήσατε, ἵνα μὴ λαβοῦσα ἡ χήρα
ἐξ αὐτοῦ τι ἢ ὁ ὀρφανὸς ἀναγκασθῇ ὠνήσασθαι τροφὴν ἢ πόμα παρὰ τὸ
προσῆκον· δίκαιον γὰρ τὰ παρὰ τῶν ἀσεβῶν ταῦτα πυρὸς εἶναι κατα νάλωμα,
οὐκ εὐσεβῶν βρῶμα. Ταῦτα δὲ καὶ ὁ νόμος διαγορεύει, θυσίαν ὀψισθεῖσαν
ἄβρωτον ἀποκαλῶν καὶ πυρὶ ταύτην ἀναλίσκεσθαι κελεύων. Οὐ γὰρ τῇ φύσει
φαῦλα τὰ προσφερόμενα, ἀλλὰ τῇ γνώμῃ τῶν προσκομιζόντων αὐτά. Τοῦτο δὲ
προστάσσομεν ἐπὶ τῷ μὴ ἀποστρέφειν τοὺς πλησιάζοντας ὑμῖν, εἰδότες καὶ
τὴν συντυχίαν πολλάκις ἐπωφελῆ τοῖς ἀσεβέσιν γεγενῆσθαι τὴν πρὸς τοὺς
εὐσεβεῖς, ἐπιβλαβῆ δὲ μόνην τὴν κατὰ τὴν θρησκείαν κοινωνίαν. Ταῦτα μὲν
οὖν, ἀγαπητοί, ἐπὶ τοσοῦτον εἰρήσθω ὑμῖν πρὸς ἀσφάλειαν ὑμῶν. ια.
Περὶ γονέων καὶ τέκνων.
Οἱ μέντοι πατέρες παιδεύετε τὰ τέκνα ὑμῶν ἐν Κυρίῳ, ἐκτρέφοντες αὐτὰ ἐν
παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδάσκετε αὐτὰ ἐπιτηδείους καὶ
ἁρμοζούσας τῷ λόγῳ τέχνας, ἵνα μὴ διὰ τῆς εὐκαιρίας καταστρηνιάσαντα
καὶ ἀνεπιτίμητα ὑπὸ τῶν γονέων μείναντα, πρὸ ὥρας ἀνέσεως τυχόντα,
ἀφηνιάσωσιν τοῦ καλοῦ. Διὸ μὴ εὐλαβεῖσθε αὐτοῖς ἐπιπλήσσειν,
σωφρονίζοντες αὐτὰ μετὰ ἐμβριθείας· οὐ γὰρ ἀποκτενεῖτε αὐτὰ
παιδεύοντες, μᾶλλον δὲ σώσετε αὐτά, καθώς που καὶ ὁ Σολομὼν ἐν τῇ Σοφίᾳ
φησίν· Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε· οὕτως γὰρ ἔσται σοι εὔελπις·
σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου.
Καὶ πάλιν λέγει ὁ αὐτὸς οὕτως· Ὃς φείδεται τῆς βακτηρίας ἑαυτοῦ, μισεῖ
τὸν ἑαυτοῦ υἱόν. Καὶ ἑξῆς· Κλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἐστὶν νήπιος,
μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. Ὃς φείδεται οὖν παραινεῖν καὶ
σωφρονίζειν τὸν ἑαυτοῦ υἱόν, μισεῖ τὸν ἴδιον παῖδα. Ἐκδιδάσκετε οὖν
ὑμῶν τὰ τέκνα τὸν λόγον Κυρίου, στύφετε δὲ αὐτὰ καὶ δαρμοῖς καὶ ποιεῖτε
ὑποτακτικά, ἀπὸ βρέφους διδάσκοντες αὐτὰ ἱερὰ γράμματα, ἡμέτερά τε καὶ
θεῖα, καὶ πᾶσαν γραφὴν θείαν παραδιδόντες αὐτοῖς, ἄνεσιν αὐτοῖς μὴ
διδόντες κατεξουσιάζειν ὑμῶν παρὰ τὴν ὑμετέραν γνώμην, μετὰ ὁμηλίκων
εἰς συμπόσιον μὴ ἐῶντες αὐτὰ συμβάλλειν· οὕτω γὰρ εἰς ἀταξίαν ἐκτραπή
σονται καὶ εἰς πορνείαν περιπεσοῦνται. Καὶ ἐὰν παρὰ τὴν τῶν γονέων
ἀμέλειαν τοῦτο πάθωσιν, ἔνοχοι τῶν ψυχῶν αὐτῶν οἱ γεννήσαντες
ὑπάρξουσιν· εἰ γὰρ τῇ τῶν γονέων ῥᾳθυμίᾳ σύνεισιν ἀκολάστοις, οἱ παῖδες
ἁμαρτήσαντες οὐκ αὐτοὶ μόνοι κολασθήσονται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν οἱ
γονεῖς αὐτῶν κριθήσονται. Διὰ τοῦτο σπουδάζετε ὥρᾳ γάμου ζευγνύναι καὶ
συναλλάσσειν αὐτά, ἵνα μὴ τῆς ἡλικίας ἐν τῇ ἀκμῇ ζεούσης ἔθη πορνοκόπα
ἀποβῇ, καὶ ὑμεῖς ἀπαιτηθήσεσθε τὸν λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὸ
Κυρίου τοῦ Θεοῦ. ιβ.
Περὶ οἰκετῶν καὶ δεσποτῶν.
Περὶ δὲ οἰκετῶν τί ἂν εἴποιμεν πλεῖον, ἢ ὅτι καὶ ὁ δοῦλος εὔνοιαν
εἰσφερέτω πρὸς τὸν δεσπότην μετὰ φόβου Θεοῦ, κἂν ἀσεβὴς κἂν πονηρὸς
ὑπάρχῃ, οὐκέτι μέντοι καὶ ὁμόνοιαν κατὰ τὴν θρησκείαν. Καὶ ὁ δεσπότης
ἀγαπάτω τὸν οἰκέτην, κἂν διάφορος ᾖ, τὸ ἶσον κρινέτω, ᾗ ἄνθρωπος
ὑπάρχει. Ὁ δὲ πιστὸν ἔχων δεσπότην, σῳζομένης αὐτῷ τῆς κυρίας, ἀγαπάτω
καὶ ὡς δεσπότην καὶ ὡς ὁμόπιστον καὶ ὡς πατέρα, μὴ ὡς ὀφθαλμόδουλος,
ἀλλ᾿ ὡς φιλοδέσπο τος, εἰδώς, ὅτι ὁ Θεὸς αὐτῷ τὴν μισθαποδοσίαν
ἀποτίσει τῆς ὑπηρεσίας. Ὡσαύτως καὶ ὁ κύριος ὁ πιστὸν ἔχων οἰκέτην,
σῳζομένης αὐτῷ τῆς θεραπείας, ἀγαπάτω ὡς υἱὸν ἢ ὡς ἀδελφὸν διὰ τὴν τῆς
πίστεως κοινωνίαν. ιγ.
Ἐν τίσιν ὑποτάσσεσθαι χρὴ τοῖς κοσμικοῖς ἄρχουσιν.
Πάσῃ βασιλείᾳ καὶ ἀρχῇ ὑποτάγητε ἐν οἷς ἀρέσκει Θεῷ, ὡς Θεοῦ διακόνοις
καὶ τῶν ἀσεβῶν τιμωροῖς· πάντα φόβον τὸν ὀφειλόμενον αὐτοῖς
ἀποπληρώσατε, πᾶσαν εἰσφο ράν, πᾶν τέλος, πᾶσαν τιμήν, δόσιν, κῆνσον.
Θεοῦ γὰρ τοῦτο διάταγμα, μηδενὶ μηδὲν χρεωστεῖν, εἰ μὴ τὸ τῆς φιλίας
σύμβολον, ὃ ὁ Θεὸς διετάξατο διὰ Χριστοῦ. ιδ.
Περὶ παρθένων.
Περὶ δὲ παρθενίας ἐντολὴν οὐκ ἐλάβομεν, τῇ δὲ τῶν βουλομένων ἐξουσίᾳ
τοῦτο ἐπιτρέπομεν ὡς εὐχήν, ἐκεῖνο μόνον αὐτοῖς παραινοῦντες, μὴ
προχείρως τι ἐπαγγείλασθαι, ἐπείπερ ὁ Σολομών φησιν· Ἀγαθὸν τὸ μὴ
εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἡ παρθένος οὖν αὕτη ἔστω ἁγία
σώματι καὶ ψυχῇ, ὡς ναὸς Θεοῦ, ὡς οἶκος Χριστοῦ, ὡς Πνεύματος ἁγίου
καταγώγιον. Δεῖ γὰρ τὴν ἐπαγγειλαμένην, ἄξια τῆς ἐπαγγελίας ἔργα
διαπρασσομένην, δεικνύειν τὸ ἐπάγγελμα αὐτῆς, ὅτι ἔστιν ἀληθὲς καὶ διὰ
σχολὴν εὐσεβείας, οὐ κατὰ διαβολὴν γάμου γινόμενον. Ἔστω δὲ μὴ ῥεμβὰς
μηδὲ ἀκαιροπεριπάτητος, μὴ δίγνω μος, ἀλλὰ σεμνή, ἐγκρατής, σώφρων,
ἁγνή, φεύγουσα τὰς τῶν πολλῶν συντυχίας καὶ μάλιστα τὰς τῶν ἀσέμνων. |