ΕΠΙΣΚΟΠΟΣ ΚΗΡΥΚΟΣ ([info]kirykos) wrote,
@ 2009-07-11 12:05:00

ΟΙ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΙ
ΤΑ ΟΝΟΜΑΤΑ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΠΟΥ ΕΚΗΡΥΞΑΝ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΩΣ ΕΤΕΛΕΙΩΘΗΣΑΝ (ΚΑΤΑ ΤΟΝ ΑΓΙΟΝ ΕΠΙΦΑΝΙΟΝ ΚΥΠΡΟΥ)

α´. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφί.

β´. Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν 109 Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγεάτου τοῦ ἡγεμόνος Πατρῶν.

γ´. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.

δ´. Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ᾿ αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ διὰ τοῦ λόγου τοῦ Κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν ἔθαψεν, ὢν ἐτῶν ρ´ τῇ τοῦ θεοῦ βουλήσει.

ε´. Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ.

ς´. Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.

ζ´. Θωμᾶς δὲ ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει, ἦν μὲν ἀπὸ τῆς Πανιάδος πόλεως τῆς Γαλιλαίας, Πάρθοις δὲ καὶ Μήδοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, καὶ Πέρσαις δὲ καὶ Γερμανοῖς καὶ Ὑρκανοῖς καὶ Ἰνδοῖς καὶ Βάκτροις καὶ Μάγοις, ἐκοιμήθη ἐν πόλει Καλαμηνῇ τῆς Ἰνδικῆς.

η´. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἦν ἀπὸ Ἱερουσαλὴμ καὶ ἐκεῖ συνέγραψε τὸ εὐαγγέλιον τοῦ Κυρίου τῇ ἑβραίδι διαλέκτῳ, καὶ ἐξέδωκεν αὐτὸ τοῖς ἁγίοις ἀποστόλοις καὶ ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ Κυρίου, ἐκοιμήθη δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ.

θ´. Ἰάκωβος ὁ ἐπικληθεὶς Θαδδαῖος, ἀδελφὸς τοῦ Κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ᾿ αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως.

ι´. Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ᾿ αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.

ια´. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

ιβ´. Ἰούδας ὁ ἀδελφὸς τοῦ Κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ Κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη λ´, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως.

ιγ´. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρ´.

ιδ´. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρ´ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως.

ιε´. Ματθίας δὲ εἷς ὢν τῶν ό μαθητῶν ὃν ἀνέδειξεν ὁ Κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα.

ις´. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ Κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας παρ᾿ ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βασιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν ἐπὶ Ἐπιφί, πρὸ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν Χριστῷ.
Μαρτύριον Παύλου τοῦ ἀποστόλου.
Ἒπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός, ὅστις λέγεται παρ᾿ Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ᾿ ἣν ἐτελειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ᾿ αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐννάτης ἡμέρας.

ιζ´. Μάρκος ὁ εὐαγγελιστὴς ἦν μὲν Κυρηναῖος τῆς Λιβύης, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῶν ἕως Πενταπόλεως καὶ ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐκδοθὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου μετέδωκε τὸ τῆς εὐσεβείας μυστήριον ἐν τῇ μεγαλοπόλει Ἀλεξανδρείᾳ συρθεὶς ἐν σχοινίοις ἐτελεύτησε καὶ τεφρωθεὶς ὑπὸ τῶν εἰδωλομανῶν Ἑλλήνων ἐν τοῖς Βουκόλου τόποις κατετέθη καί ἐστιν ἕως σήμερον, ἐστὶ δὲ ἡ ἡμέρα τῆς κοινήσεως αὐτοῦ Φαρμουθὶ κύριε, ὅ ἐστιν Ἀπρίλλιος. Μάρκος ὁ εὐαγγελιστὴς καὶ πρῶτος Ἀλεξανδρείας ἐπίσκοπος Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρᾳ αὐτῆς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου, ἀπὸ Αἰγύπτου καὶ μέχρι Πενταπόλεως· ἐπὶ δὲ τῆς βασιλείας Τραϊανοῦ ἐν Ἀλεξανδρείᾳ, Βουκόλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρεὶς ἀπὸ τῶν καλουμένων Βουκόλου τόπων ἕως τῶν καλουμένων Ἀγγέλων, ἐκεῖ ἐκάη πυρὶ ἀπὸ τῶν εἰδωλομανῶν μηνὶ Φαρμουθὶ καὶ ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου. Μάρκος ὁ εὐαγγελιστὴς Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον τοῦ Κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται.

ιη´. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117ῄ γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν Κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη. Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ᾿ ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ᾿ ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ Κύριος καὶ τὴν τοῦ Ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντηκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.



(Post a new comment)


[ Home | Update Journal | Login/Logout | Search | Account | Site Map ]

Hosted by uCoz